Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.201 Joseph. AJ 3.206 (English) >>Joseph. AJ 3.211

3.204

Μωυσῆς δὲ τοὺς τέκτονας οἵαις εἰκὸς ἦν δωρεαῖς τοὺς τοιαῦτα ἐργασαμένους τιμήσας ἔθυεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ κατὰ προσταγὴν θεοῦ ταῦρον καὶ κριὸν καὶ ἔριφον ὑπὲρ ἁμαρτάδων, 3.205καὶ δὴ, λέγειν γὰρ ἐν τοῖς περὶ θυσιῶν μέλλω τὰ πρασσόμενα περὶ τὰς ἱερουργίας ἐν ἐκείνοις δηλώσων περί τε ὧν ὁλοκαυτεῖν κελεύει καὶ ὧν μεταλαμβάνειν τῆς βρώσεως ἐφίησιν νόμος, κἀκ τοῦ αἵματος τῶν τεθυμένων τήν τε στολὴν τοῦ Ἀαρῶνος καὶ αὐτὸν σὺν τοῖς παισὶν ἔρραινεν ἀφαγνίσας πηγαίοις τε ὕδασι καὶ μύρῳ, ἵνα τοῦ θεοῦ γίγνοιντο. 3.206ἐπὶ μὲν οὖν ἡμέρας ἑπτὰ τοῦτον τὸν τρόπον αὐτούς τε καὶ τὰς στολὰς ἐθεράπευε τήν τε σκηνὴν καὶ τὰ περὶ αὐτὴν σκεύη ἐλαίῳ τε προσχριομένῳ, καθὼς εἶπον, καὶ τῷ αἵματι τῶν ταύρων καὶ κριῶν σφαγέντων καθʼ ἑκάστην ἡμέραν ἑνὸς κατὰ γένος, τῇ δὲ ὀγδόῃ κατήγγειλεν ἑορτὴν τῷ λαῷ καὶ θύειν προσέταξε κατὰ δύναμιν. 3.207οἱ δʼ ἀλλήλοις ἁμιλλώμενοι καὶ ὑπερβάλλειν φιλοτιμούμενοι τὰς θυσίας, ἃς ἕκαστος ἐπιφέροι, τοῖς λεγομένοις ὑπήκουον. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ αἰφνίδιον ἐξ αὐτοῦ πῦρ ἀνήφθη αὐτόματον, καὶ ὅμοιον ἀστραπῆς λαμπηδόνι ὁρώμενον τῇ φλογὶ πάντα ἐδαπάνα τὰ ἐπὶ τοῦ βωμοῦ. 3.208

Συνέβη δὲ καὶ Ἀαρῶνι συμφορά τις ἐκ τούτου λογιζομένῳ ὡς ἐπʼ ἀνθρώπῳ καὶ πατρί, γενναίως δʼ ὑπʼ αὐτοῦ καρτερηθεῖσα, ὅτι καὶ τὴν ψυχὴν πρὸς τὰ συμπίπτοντα στερρὸς ἦν καὶ κατὰ βούλησιν τοῦ θεοῦ ἡγεῖτο τὸ πάθος γεγονέναι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.201 Joseph. AJ 3.206 (English) >>Joseph. AJ 3.211

Powered by PhiloLogic